Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.128 Dem. 21.131 (English) >>Dem. 21.134

21.130μᾶλλον δʼ ἐκεῖνο ποιήσω· ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δʼ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν , τοῦτο πρῶτον, εἶθʼ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν τοῦτον οὐ θανάτου πεποιηκότʼ ἄξια πόλλʼ εὑρήσετε.Ὑπομνήματα τῶν Μειδίου Ἀδικημάτων

21.131ὅσα μὲν τοίνυν, ἄνδρες δικασταί, τὸν ἀεὶ προστυχόντʼ αὐτῷ πεποίηκεν, ταῦτʼ ἐστίν. καὶ παραλέλοιφʼ ἕτερα· οὐ γὰρ ἂν δύναιτʼ οὐδεὶς εἰσάπαξ εἰπεῖν πολὺν χρόνον οὗτος ὑβρίζων συνεχῶς ἅπαντα τὸν βίον εἴργασται. ἄξιον δʼ ἰδεῖν ἐφʼ ὅσον φρονήματος ἤδη προελήλυθε τῷ τούτων δίκην μηδενὸς δεδωκέναι. οὐ γὰρ ἡγεῖθʼ, ὡς ἐμοὶ δοκεῖ, λαμπρὸν οὐδὲ νεανικὸν οὐδʼ ἄξιον ἑαυτοῦ τι ἄν τις πρὸς ἕνʼ εἷς διαπράττηται, ἀλλʼ εἰ μὴ φυλὴν ὅλην καὶ βουλὴν καὶ ἔθνος προπηλακιεῖ καὶ πολλοὺς ἁθρόους ὑμῶν ἅμʼ ἐλᾷ, ἀβίωτον ᾤετʼ ἔσεσθαι τὸν βίον αὑτῷ. 21.132καὶ τὰ μὲν ἄλλα σιωπῶ, μυρίʼ εἰπεῖν ἔχων, περὶ δὲ τῶν συστρατευσαμένων ἱππέων εἰς Ἄργουραν ἴστε δήπου πάντες οἷʼ ἐδημηγόρησε παρʼ ὑμῖν, ὅθʼ ἧκεν ἐκ Χαλκίδος, κατηγορῶν καὶ φάσκων ὄνειδος ἐξελθεῖν τὴν στρατιὰν ταύτην τῇ πόλει· καὶ τὴν λοιδορίαν ἣν ἐλοιδορήθη Κρατίνῳ περὶ τούτων, τῷ νῦν, ὡς ἐγὼ πυνθάνομαι, μέλλοντι βοηθεῖν αὐτῷ, μέμνησθε. τὸν δὴ τοσούτοις ἁθρόοις τῶν πολιτῶν ἔχθραν ἐπʼ οὐδενὶ τηλικαύτην ἀράμενον πόσῃ πονηρίᾳ καὶ θρασύτητι ταῦτα χρὴ νομίζειν πράττειν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.128 Dem. 21.131 (English) >>Dem. 21.134

Powered by PhiloLogic